Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.188 Joseph. AJ 16.193 (English) >>Joseph. AJ 16.198

16.191 δὲ καὶ Πτολεμαῖον, ὃς ἦν αὐτῷ διοικητὴς τῶν τῆς βασιλείας πραγμάτων, Ἀντιπάτρῳ συνίστη καὶ μετὰ τῆς ἐκείνου μητρὸς ὑπὲρ τῶν ἐπειγόντων ἐβουλεύετο. καὶ καθόλου τὰ πάντα ἦσαν οὗτοι καὶ πράττειν ὅσα θέλοιεν καὶ πρὸς δύσνοιαν ἄγειν τὸν βασιλέα τῶν ἔξωθεν οἷς ἐδόκει συμφέρειν. 16.192οἱ δʼ ἐκ τῆς Μαριάμμης χαλεπώτερον ἀεὶ διετίθεντο, καὶ τὴν αἰτίαν ὑπʼ εὐγενείας οὐκ ἔφερον παρεωσμένοι καὶ τάξιν ἀτιμοτέραν ἔχοντες. 16.193αἵ γε μὴν γυναῖκες, μὲν Ἀλεξάνδρῳ συνοικοῦσα θυγάτηρ Ἀρχελάου Γλαφύρα μῖσος εἶχεν εἰς τὴν Σαλώμην κατά τε τὴν πρὸς τὸν ἄνδρα διάθεσιν κἀκ τοῦ πρὸς τὴν ἐκείνης θυγατέρα δοκεῖν ὑπερηφανώτερον διακεῖσθαι· συνῴκει μὲν γὰρ Ἀριστοβούλῳ, τὴν δὲ ἰσοτιμίαν αὐτῆς ἀναξιοπάθει Γλαφύρα. 16.194

Δευτέρας οὖν ταύτης ἔριδος ἐμπεπτωκυίας οὐδʼ τοῦ βασιλέως ἀδελφὸς Φερώρας ἔξω ταραχῆς ἦν, ἰδίαν δὲ ὑπόθεσιν ὑποψίας καὶ μίσους εἶχεν· ἐμπεπτώκει μὲν γὰρ εἰς ἔρωτα δουλευούσης αὐτῷ γυναικός, ἥττητο δὲ τῆς ἀνθρώπου μεμηνότως ἐπὶ τοσοῦτον κρατούμενος, ὥστʼ αὐτῷ καὶ τῆς τοῦ βασιλέως ἐγγυηθείσης θυγατρὸς τὴν μὲν ὑπερηφανῆσαι, πρὸς δὲ τῇ δούλῃ τὸν νοῦν εἶχεν. 16.195ἤχθετο δὲ ἀτιμασθεὶς Ἡρώδης τῷ πολλὰ μὲν εὐεργετῆσαι τὸν ἀδελφόν, δυνάμει δὲ καὶ κοινωνὸν ἔχειν τῆς βασιλείας, οὐχ ὅμοιον εἰς τὰς ἀμοιβὰς ὁρῶν, κἀν τῷ προσώπῳ δυστυχεῖν ᾤετο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.188 Joseph. AJ 16.193 (English) >>Joseph. AJ 16.198

Powered by PhiloLogic